ἐν δʼ Ἀρκαδίᾳ καί λοιδορίαν τοῦ Πυθέου καὶ τοῦ Δημοσθένους γενέσθαι πρὸς ἀλλήλους εἴρηκεν ὁ Φύλαρχος ἐν ἐκκλησίᾳ, τοῦ μὲν ὑπὲρ τῶν Μακεδόνων, τοῦ δʼ ὑπὲρ τῶν Ἑλλήνων λέγοντος, λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν ὅτι, καθάπερ οἰκίαν εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καί πόλιν ἀνάγκη νοσεῖν εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται· τὸν δὲ Δημοσθένη στρέψαι τὸ παράδειγμα, φήσαντα καί τὸ γάλα τὸ ὄνειον ἐφʼ ὑγιείᾳ καί τοὺς Ἀθηναίους ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων. ἐφʼ οἷς ἡσθεὶς ὁ τῶν Ἀθηναίων δῆμος ψηφίζεται τῷ Δημοσθένει κάθοδον. τὸ μὲν οὖν ψήφισμα Δήμων ὁ Παιανιεύς, ἀνεψιὸς ὢν Δημοσθένους, εἰσήνεγκεν· ἐπέμφθη δὲ τριήρης ἐπʼ αὐτὸν εἰς Αἴγιναν.