<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="26"><div type="textpart" subtype="section" n="2"><p> αἰσχύνῃ τῆς αἰτίας φησὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">φησὶ</foreign> Reiske, and Graux with M<hi rend="superscript">a</hi>:<foreign xml:lang="grc">φασί</foreign> </note> καὶ διʼ ἀσθένειαν τοῦ <pb n="paris.1624.858"/> σώματος οὐ δυναμένου φέρειν τὸν εἱργμὸν ἀποδρᾶναι τοὺς μὲν λαθόντα, τῶν δὲ λαθεῖν ἐξουσίαν δόντων. λέγεται γοῦν ὡς οὐ μακρὰν τοῦ ἄστεος φεύγων αἴσθοιτό τινας τῶν διαφόρων αὐτῷ πολιτῶν ἐπιδιώκοντας, καὶ βούλοιτο μὲν αὑτὸν ἀποκρύπτειν, </p></div><div type="textpart" subtype="section" n="3"><p> ὡς δʼ ἐκεῖνοι φθεγξάμενοι τοὔνομα καὶ προσελθόντες ἐγγὺς ἐδέοντο λαβεῖν ἐφόδια παρʼ αὐτῶν, ἐπʼ αὐτὸ τοῦτο κομίζοντες ἀργύριον οἴκοθεν καὶ τούτου χάριν ἐπιδιώξαντες αὐτόν, ἅμα δὲ θαρρεῖν παρεκάλουν καὶ μὴ φέρειν ἀνιαρῶς τὸ συμβεβηκός, ἔτι μᾶλλον ἀνακλαύσασθαι τὸν Δημοσθένην καὶ εἰπεῖν <q>πῶς δʼ οὐ μέλλω φέρειν βαρέως ἀπολειπὼν πόλιν ἐχθροὺς τοιούτους ἔχουσαν οἵους ἐν ἑτέρᾳ, φίλους εὑρεῖν οὐ ῥᾴδιόν ἐστιν;</q> </p></div></div></div></body></text></TEI>