<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="25"><div type="textpart" subtype="section" n="4"><p> οὐ γὰρ ἀντέσχεν ὁ Δημοσθένης, <pb n="p.62"/> ἀλλὰ πληγεὶς ὑπὸ τῆς δωροδοκίας ὥσπερ παραδεδεγμένος φρουρὰν προσκεχωρήκει τῷ Ἁρπάλῳ. καὶ μεθʼ ἡμέραν εὖ καὶ καλῶς ἐρίοις καὶ ταινίαις κατὰ τοῦ τραχήλου καθελιξάμενος εἰς τὴν ἐκκλησίαν προῆλθε· καὶ κελευόντων ἀνίστασθαι καὶ λέγειν, διένευεν ὡς ἀποκεκομμένης αὑτῷ τῆς φωνῆς. </p></div><div type="textpart" subtype="section" n="5"><p> οἱ δʼ εὐφυεῖς χλευάζοντες οὐχ ὑπὸ συνάγχης ἔφραζον, ἀλλʼ ὑπʼ ἀργυράγχης εἰλῆφθαι νύκτωρ τὸν δημαγωγόν. ὕστερον δὲ τοῦ δήμου παντὸς αἰσθομένου τὴν δωροδοκίαν καὶ βουλόμενον ἀπολογεῖσθαι καὶ πείθειν ὀνκ ἐῶντος, ἀλλὰ χαλεπαίνοντος καὶ θορυβοῦντος, ἀναστάς τις ἔσκωψεν εἰπών <q>οὐκ ἀκούσεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τὴν κύλικα ἔχοντος;</q> </p></div></div></div></body></text></TEI>