ὁ δὲ Δημοσθένης πρῶτον μὲν ἀπελαύνειν συνεβούλευε τὸν Ἅρπαλον, καὶ φυλάττεσθαι μὴ τὴν πόλιν ἐμβάλωσιν εἰς πόλεμον ἐξ οὐκ ἀναγκαίας καὶ ἀδίκου προφάσεως· ἡμέραις δʼ ὀλίγαις ὕστερον ἐξεταζομένων τῶν χρημάτων ἰδὼν αὑτὸν ὁ Ἅρπαλος ἡσθέντα βαρβαρικῇ κύλικι καὶ καταμανθάνοντα τὴν τορείαν καὶ τὸ εἶδος, ἐκέλευσε διαβαστάσαντα τὴν ὁλκὴν τοῦ χρυσίου σκέψασθαι. θαυμάσαντος δὲ τοῦ Δημοσθένους τὸ βάρος καὶ πυθομένου πόσον ἄγει, μειδιάσας ὁ Ἅρπαλος, ἄξει σοι, φησίν, εἴκοσι τάλαντα καὶ γενομένης τάχιστα τῆς νυκτὸς ἔπεμψεν αὑτῷ τὴν κύλικα μετὰ τῶν εἴκοσι ταλάντων, ἦν δʼ ἄρα δεινὸς ὁ Ἅρπαλος ἐρωτικοῦ πρὸς χρυσίον ἀνδρὸς ὄψει καὶ διαχύσει καὶ βολαῖς ὀμμάτων ἐνευρεῖν ἦθος.