ταῦτα μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς ἱστόρηκε. βουλευομένων δὲ τῶν Ἀθηναίων καὶ διαπορούντων, ὁ Δημάδης λαβὼν πέντε τάλαντα παρὰ τῶν ἀνδρῶν ὡμολόγησε πρεσβεύσειν καὶ δεήσεσθαι τοῦ βασιλέως ὑπὲρ αὐτῶν, εἴτε τῇ φιλίᾳ πιστεύων, εἴτε προσδοκῶν μεστὸν εὑρήσειν ὥσπερ λέοντα φόνου κεκορεσμένον. ἔπεισε δʼ οὖν καὶ παρῃτήσατο τοὺς ἄνδρας ὁ Δημάδης, καὶ διήλλαξεν αὐτῷ τὴν πόλιν. ἀπελθόντος δὲ Ἀλεξάνδρου μεγάλοι μὲν ἦσαν οὗτοι, ταπεινὰ δʼ ἔπραττεν ὁ Δημοσθένης, κινουμένῳ δὲ Ἄγιδι τῷ Σπαρτιάτῃ βραχέα συνεκινήθη πάλιν, εἶτʼ ἔπτηξε, τῶν μὲν Ἀθηναίων οὐ συνεξαναστάντων, τοῦ δʼ Ἄγιδος πεσόντος καὶ τῶν Λακεδαιμονίων συντριβέντων. εἰσήχθη δὲ τότε καὶ ἡ περὶ τοῦ στεφάνου γραφὴ κατὰ Κτησιφῶντος, γραφεῖσα μὲν ἐπὶ Χαιρώνδου ἄρχοντος μικρὸν ἐπάνω τῶν Χαιρωνικῶν,