<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="3"><p> τὸν μὲν οὖν λόγον εἶπεν ὁ Δημοσθένης, τοῖς δὲ ψηφίσμασιν οὐχ ἑαυτόν, ἀλλʼ ἐν μέρει τῶν φίλων ἕκαστον ἐπέγραφεν, ἐξοιωνιζόμενος τὸν ἴδιον δαίμονα καὶ τὴν τύχην, ἕως αὖθις ἀνεθάρρησε Φιλίππου τελευτήσαντος. ἐτελεύτησε δὲ τῇ περὶ Χαιρώνειαν εὐτυχίᾳ χρόνον οὐ πολὺν ἐπιβιώσας· καὶ τοῦτο δοκεῖ τῷ τελευταίῳ τῶν ἐπῶν ὁ χρησμὸς ἀποθεσπίσαι· <quote rend="blockquote">κλαίει ὁ νικηθείς, ὁ δὲ νικήσας ἀπόλωλεν.</quote> </p></div></div><div type="textpart" subtype="chapter" n="22"><div type="textpart" subtype="section" n="1"><p> ἔγνω μὲν οὖν κρύφα τὴν τοῦ Φιλίππου τελευτὴν ὁ Δημοσθένης, προκαταλαμβάνων δὲ τὸ θαρρεῖν ἐπὶ τὰ μέλλοντα τοὺς Ἀθηναίους, προῆλθε φαιδρὸς εἰς τὴν βουλήν ὡς ὄναρ ἑωρακὼς ἀφʼ οὗ τι μέγα προσδοκᾶν Ἀθηναίοις ἀγαθόν καὶ μετʼ οὐ πολὺ παρῆσαν οἱ τὸν <pb n="p.52"/> Φιλίππου θάνατον ἀπαγγέλλοντες. εὐθὺς οὖν ἔθυον εὐαγγέλια καὶ στεφανοῦν ἐψηφίσαντο Παυσανίαν. </p></div></div></div></body></text></TEI>