ἐπεὶ τῆς γε πρώτης ὑποθέσεως τί κάλλιον ἢ δικαιότερον ἦν, εἰ μὴ κατὰ βίαν καὶ δυναστείαν ἐπιχειρήσαντες ἐξῶσαι τὸν νόμον οἱ πλούσιοι περιέστησαν ἀμφοτέροις ἀγῶνας, τῷ μὲν φοβουμένῳ ὑπὲρ αὑτοῦ, τῷ δὲ ἐκδικοῦντι τὸν ἀδελφόν ἄνευ δίκης καὶ δόγματος οὐδὲ ὑπʼ ἄρχοντος ἀναιρεθέντα;