οὐκ ἀτόπως τινὲς οὐδὲ φαύλως συγκεῖσθαι πρὸς τοὺς φιλοδόξους ὑπονοοῦσι τὸν ἐπὶ τῷ Ἰξίονι μῦθον, ὡς δὴ λαβόντι τὴν νεφέλην ἀντὶ τῆς Ἥρας καὶ τῶν Κενταύρων οὕτως γενομένων, καὶ γὰρ οὗτοι τῆς ἀρετῆς ὥσπερ εἰδώλῳ τινὶ τῇ δόξῃ συνόντες, οὐδὲν εἰλικρινὲς οὐδʼ ὡμολογημένον, ἀλλὰ νόθα καὶ μικτὰ πολλὰ πράττουσιν, ἄλλας ἄλλας φορὰς φερόμενοι, ζήλοις καὶ πάθεσιν ἐπακολουθοῦντες, ὅπερ οἱ Σοφοκλέους βοτῆρες ἐπὶ τῶν ποιμνίων λέγουσιν τούτοις γὰρ ὄντες δεσπόται δουλεύομεν, καὶ τῶνδʼ ἀνάγκη καὶ σιωπώντων κλύειν. ὅπερ ἀληθῶς οἱ πρὸς ἐπιθυμίας ὄχλων καὶ ὁρμὰς πολιτευόμενοι πάσχουσι, δουλεύοντες καὶ ἀκολουθοῦντες ἵνα δημαγωγοὶ καὶ ἄρχοντες ὀνομάζωνται. καθάπερ γὰρ οἱ πρωρεῖς τὰ ἔμπροσθεν προορώμενοι τῶν κυβερνητῶν ἀφορῶσι πρὸς ἐκείνους καὶ τὸ προστασσόμενον ὑπʼ ἐκείνων ποιοῦσιν, οὕτως οἱ πολιτευόμενοι καὶ πρὸς δόξαν ὁρῶντες ὑπηρέται μὲν τῶν πολλῶν εἰσιν, ὄνομα δὲ ἀρχόντων ἔχουσιν.