ἔτυχε δὲ καὶ φίλος ὢν ὁ Σύλλας πατρικὸς αὐτοῖς, καί ποτε καὶ προσηγάγετο καὶ προσωμίλησεν, ὀλίγοις πάνυ νέμων τὴν τοιαύτην φιλοφροσύνην, διὰ βάρος καὶ ὄγκον ἧς εἶχεν ἀρχῆς καὶ δυνάμεως, μέγα δὴ ποιούμενος ὁ Σαρπηδὼν τοῦτο πρὸς τιμὴν ἅμα καὶ ἀσφάλειαν, ἦγεν ἀσπασόμενον τὸν Κάτωνα συνεχῶς εἰς τὴν οἰκίαν τοῦ Σύλλα, μηδὲν τότε προσιδεῖν ἀσεβῶν χώρου διαφέρουσαν, ὑπὸ πλήθους τῶν ἀγομένων καὶ στρεβλουμένων. ἦν μὲν οὖν ἔτος ἐκεῖνο τῷ Κάτωνι τεσσαρεσκαιδέκατον ἰδὼν δὲ κεφαλὰς ἐπιφανῶν ἀνδρῶν λεγομένων ἐκκομιζομένας, καὶ κρύφα τοὺς παρόντας ἐπιστένοντας, ἠρώτησε τὸν παιδαγωγόν ὅ τι δὴ τοῦτον τὸν ἄνθρωπον οὐδεὶς ἀποκτίννυσιν. εἰπόντος δὲ ἐκείνου, φοβοῦνται γὰρ αὐτὸν, ὦ παῖ, μᾶλλον, ἢ μισοῦσι, τί οὖν, εἶπεν, οὐκ ἐμοὶ ξίφος ἔδωκας, ἵνα αὐτὸν ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα;