ὁ μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καί βλέποντος εἷς τοὺς ξένους ἀτενὲς καί βλοσυρόν, ὁ Πομπαίδιος, σὺ δέ, εἶπεν, ἡμῖν, ὦ νεανία, τί λέγεις; οὐχ οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον, ὥσπερ ὁ ἀδελφός; μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καί τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν ὁ Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων ὁμολογεῖν ἐκέλευεν ἢ ῥίψειν ἔφασκεν, ἅμα τῇ τε φωνῇ τραχυτέρᾳ χρώμενος καί ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς θυρίδος κραδαίνων.