ὡς οὖν εἰς τὸ μανθάνειν ἧκε, νωθρὸς ἦν ἀναλαβεῖν καὶ βραδύς, ἀναλαβὼν δὲ κάτοχος καὶ μνημονικός, ὃ δὴ καὶ πέφυκεν ἄλλως, τοὺς μὲν εὐφυεῖς ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους· γίνεται γὰρ οἷον ἔγκαυμα τῆς ψυχῆς τῶν μαθημάτων ἕκαστον. ἔοικε δὲ καὶ τὸ δύσπειστον τῷ Κάτωνι ποιεῖν ἐργωδεστέραν τὴν μάθησιν· πάσχειν γάρ τι τὸ μανθάνειν ἀτεχνῶς ἐστι, καὶ τὸ πείθεσθαι ταχὺ τοῖς ἧττον ἀντέχειν δυναμένοις συμβέβηκε. διὸ πείθονται μᾶλλον νέοι γερόντων καὶ νοσοῦντες ὑγιαινόντων, καὶ ὅλως ἐν οἷς τὸ ἀποροῦν ἀσθενέστατόν ἐστι, ῥᾷστον τὸ προστιθέμενον.