Κάτωνι δὲ τὸ μὲν γένος ἀρχὴν ἐπιφανείας ἔλαβε καὶ δόξης ἀπὸ τοῦ προπάππου Κάτωνος, ἀνδρὸς ἐν δόξῃ καὶ δυνάμει μάλιστα Ῥωμαίων γενομένου διʼ ἀρετήν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, κατελείφθη δὲ γονέων ὀρφανὸς μετʼ ἀδελφοῦ Καιπίωνος Καιπίωνος with Coraës and Bekker: Καπίωνος. καὶ Πορκίας ἀδελφῆς. ἦν δὲ καὶ Σερβιλία Κάτωνος ὁμομήτριος ἀδελφή. καὶ πάντες οὗτοι παρὰ Λιβίῳ Δρούσῳ τροφὴν καὶ δίαιταν εἶχον, θείῳ μὲν ὄντι πρὸς πρὸς with Coraës and Bekker, after Xylander: τῆς. μητρός, ἄγοντι δὲ τὴν πολιτείαν τότε· καὶ γὰρ εἰπεῖν δεινότατος ἦν, καὶ τἆλλα σώφρων ἀνὴρ ἐν τοῖς μάλιστα, καὶ φρονήματος οὐδενὶ Ῥωμαίων ὑφιέμενος. λέγεται δὲ Κάτων εὐθὺς ἐκ παιδίου τῇ τε φωνῇ καὶ τῷ προσώπῳ καὶ ταῖς περὶ τὰς παιδιὰς διατριβαῖς ἦθος ὑποφαίνειν ἄτρεπτον καὶ ἀπαθὲς καὶ βέβαιον ἐν πᾶσιν. ἰσχύν τε γὰρ εἶχον αὐτοῦ παρʼ ἡλικίαν τελεσιουργὸν αἱ ὁρμαί, καὶ τοῖς κολακεύουσι τραχὺς ὢν καὶ προσάντης, ἔτι μᾶλλον ἐκράτει τῶν ἐκφοβούντων. ἦν δὲ καὶ πρὸς γέλωτα κομιδῇ δυσκίνητος, ἄχρι μειδιάματος σπανίως τῷ προσώπῳ διαχεόμενος, καὶ πρὸς ὀργὴν οὐ ταχὺς οὐδὲ ὀλισθηρός, ὀργισθεὶς δὲ δυσπαραίτητος.