<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="5"><p> τῶν δὲ ἀντιπολιτευομένων αὐτῷ ῥητόρων Δημοσθένους μὲν εἰπόντος, <q>ἀποκτενοῦσί σε Ἀθηναῖοι, Φωκίων, <pb n="paris.1624.746"/> ἂν μανῶσιν,</q> εἶπε· <q>σὲ δέ, ἂν σωφρονῶσι·</q> Πολύευκτον δὲ τὸν Σφήττιον ὁρῶν ἐν καύματι συμβουλεύοντα τοῖς Ἀθηναίοις πολεμεῖν πρὸς Φίλιππον, εἶτα ὑπʼ ἄσθματος πολλοῦ καὶ ἱδρῶτος, ἅτε δὴ καὶ ὑπέρπαχυν ὄντα, πολλάκις <pb n="p.166"/> ἐπιρροφοῦντα τοῦ ὕδατος. <q>ἄξιον,</q> ἔφη, <q>τούτῳ πιστεύσαντας ὑμᾶς ψηφίσασθαι τὸν πόλεμον, ὃν τί οἴεσθε ποιήσειν ἐν τῷ θώρακι καὶ τῇ ἀσπίδι, τῶν πολεμίων ἐγγὺς ὄντων, ὅτε λέγων πρὸς ὑμᾶς ἃ ἔσκεπται κινδυνεύει πνιγῆναι;</q></p></div><div type="textpart" subtype="section" n="6"><p> τοῦ δὲ Λυκούργου πολλὰ βλάσφημα πρὸς αὐτὸν εἰπόντος ἐν ἐκκλησίᾳ, καὶ πρὸς ἅπασιν ὅτι, δέκα τῶν πολιτῶν ἐξαιτοῦντος Ἀλεξάνδρου, συνεβούλευεν ἐκδοῦναι, εἶπε· <q>πολλὰ ἐγὼ συμβεβούλευκα καλὰ καὶ συμφέροντα τούτοις, ἀλλʼ οὐ πείθονταί μοι.</q></p></div></div></div></body></text></TEI>