<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><p> πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις, καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις ἔφη· <q>τούτους αἰτεῖτε τοὺς πλουσίους· ἐγὼ δὲ αἰσχυνοίμην ἄν, εἰ τούτῳ μὴ ἀποδιδοὺς ὑμῖν ἐπιδοίην,</q> δείξας Καλλικλέα τὸν δανειστήν, ὡς δʼ οὐκ ἐπαύοντο κεκραγότες καὶ καταβοῶντες, λόγον εἶπεν αὐτοῖς τοῦτον· </p></div><div type="textpart" subtype="section" n="2"><p><q>ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει, φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν· εἶτα ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· <q>Ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς <pb n="p.164"/> δυνατόν, ἐμοῦ δὲ οὐ γεύσεσθε.</q></q> πάλιν δέ ποτε τῶν Ἀθηναίων ἐξαγαγεῖν αὐτὸν ἐπὶ τοὺς πολεμίους κελευόντων, ὡς δʼ οὐκ ἐβούλετο, δειλὸν καὶ ἄνανδρον ἀποκαλούντων, <q>οὔτε ὑμεῖς,</q> εἶπεν, <q>ἐμὲ δύνασθε ποιῆσαι θαρσαλέον οὔτε ἐγὼ ὑμᾶς δειλούς. οὐ μὴν ἀλλʼ ἴσμεν ἀλλήλους.</q></p></div></div></div></body></text></TEI>