πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις, καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις ἔφη· τούτους αἰτεῖτε τοὺς πλουσίους· ἐγὼ δὲ αἰσχυνοίμην ἄν, εἰ τούτῳ μὴ ἀποδιδοὺς ὑμῖν ἐπιδοίην, δείξας Καλλικλέα τὸν δανειστήν, ὡς δʼ οὐκ ἐπαύοντο κεκραγότες καὶ καταβοῶντες, λόγον εἶπεν αὐτοῖς τοῦτον· ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει, φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν· εἶτα ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· Ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατόν, ἐμοῦ δὲ οὐ γεύσεσθε. πάλιν δέ ποτε τῶν Ἀθηναίων ἐξαγαγεῖν αὐτὸν ἐπὶ τοὺς πολεμίους κελευόντων, ὡς δʼ οὐκ ἐβούλετο, δειλὸν καὶ ἄνανδρον ἀποκαλούντων, οὔτε ὑμεῖς, εἶπεν, ἐμὲ δύνασθε ποιῆσαι θαρσαλέον οὔτε ἐγὼ ὑμᾶς δειλούς. οὐ μὴν ἀλλʼ ἴσμεν ἀλλήλους.