<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="2"><p> ὥστε θαυμάζειν τοὺς οὐκ εὖ φρονοῦντας τὸν δῆμον ὅτι, πλεῖστα τοῦ Φωκίωνος ἀντικρούοντος αὐτῷ καὶ μηδὲν εἰπόντος πώποτε μηδὲ πράξαντος πρὸς χάριν, ὥσπερ ἀξιοῦσι τοὺς βασιλεῖς τοῖς κόλαξι <pb n="p.162"/> χρῆσθαι μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, ἐχρῆτο οὗτος τοῖς μὲν κομψοτέροις; καὶ ἱλαροῖς ἐν παιδιᾶς μέρει δημαγωγοῖς, ἐπὶ δὲ τὰς ἀρχὰς ἀεὶ νήφων καὶ σπουδάζων τὸν αὐστηρότατον καὶ φρονιμώτατον ἐκάλει τῶν πολιτῶν καὶ μόνον ἢ μᾶλλον ταῖς βουλήσεσιν αὐτοῦ καὶ ὁρμαῖς ἀντιτασσόμενον.</p></div><div type="textpart" subtype="section" n="3"><p> χρησμοῦ μὲν γὰρ ἐκ Δελφῶν ἀναγνωσθέντος ὅτι, τῶν ἄλλων Ἀθηναίων ὁμοφρονούντων, εἷς ἀνὴρ ἐναντία φρονοίη τῇ πόλει, παρελθὼν ὁ Φωκίων ἀμελεῖν ἐκέλευσεν, ὡς αὐτὸς ὢν ὁ ζητούμενος· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν τῶν πραττομένων. ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν· <q>οὐ δή πού τι κακὸν λέγων ἐμαυτὸν λέληθα;</q></p></div></div></div></body></text></TEI>