ὁρῶν δὲ τοὺς τὰ κοινὰ πράσσοντας τότε διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα, καὶ τοὺς μὲν λέγοντας ἐν τῷ δήμῳ καὶ γράφοντας μόνον, ὧν Εὔβουλος ἦν καὶ Ἀριστοφῶν καὶ Δημοσθένης καὶ Λυκοῦργος καὶ Ὑπερείδης, Διοπείθην δὲ καὶ Μενεσθέα καὶ Λεωσθένην καὶ Χάρητα τῷ στρατηγεῖν καὶ πολεμεῖν αὔξοντας ἑαυτούς, ἐβούλετο τὴν Περικλέους καὶ Ἀριστείδου καὶ Σόλωνος πολιτείαν ὥσπερ ὁλόκληρον καὶ διηρμοσμένην ἐν ἀμφοῖν ἀναλαβεῖν καὶ ἀποδοῦναι. καὶ γὰρ τῶν ἀνδρῶν ἐκείνων ἕκαστος ἐφαίνετο κατὰ τὸν Ἀρχίλοχον, Bergk, Poet. Lyr. Graeci , ii. 4 , p. 383 ( εἰμὶ δ’ ἐγὼ θεράπων ἐρατόν ). ἀμφότερον, θεράπων μὲν Ἐνυαλίοιο θεοῖο, καὶ Μουσέων ἐρατᾶν δῶρον ἐπιστάμενος· καὶ τὴν θεὸν ἑώρα πολεμικήν τε ἅμα καὶ πολιτικὴν οὖσαν καὶ προσαγορευομένην. οὕτω δὲ συντάξας ἑαυτόν ἐπολιτεύετο μὲν ἀεὶ πρὸς εἰρήνην καὶ ἡσυχίαν, ἐστρατήγησε δὲ πλείστας οὐ μόνον τῶν καθʼ ἑαυτόν, ἀλλὰ καὶ τῶν πρὸ αὐτοῦ στρατηγίας, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλʼ οὐδὲ φεύγων οὐδὲ ἀποδιδράσκων τῆς πόλεως καλούσης, ὁμολογεῖται γὰρ ὅτι πέντε καὶ τεσσαράκοντα στρατηγίας ἔλαβεν οὐδʼ ἅπαξ ἀρχαιρεσίοις παρατυχών, ἀλλʼ ἀπόντα μεταπεμπομένων αὐτὸν ἀεὶ καὶ χειροτονούντων,