<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="2"><p> ἀσφαλὴς οὖν ἅμα καὶ δραστήριος ὁ Φωκίων φαινόμενος τήν τε μέλλησιν ἀνεθέρμαινε τοῦ Χαβρίου, καὶ πάλιν ἀφῄρει τήν ἄκαιρον ὀξύτητα τῆς ὁρμῆς. ὅθεν εὐμενὴς ὢν ὁ Χαβρίας καὶ χρηστός, ἠγάπα καὶ προῆγεν αὐτὸν ἐπὶ πράξεις καὶ ἡγεμονίας, γνώριμον ποιῶν τοῖς Ἕλλησι, καὶ τὰ πλείστης ἄξια σπουδῆς ἐκείνῳ χρώμενος. κἀκ τῆς περὶ Νάξον ναυμαχίας ὄνομα καὶ δόξαν οὐ μικρὰν Φωκίωνι περιεποίησε· τοῦ γὰρ εὐωνύμου κέρως ἀπέδωκεν αὐτῷ τήν ἡγεμονίαν, καθʼ ὃ καὶ τήν μάχην ὀξεῖαν εἶχεν ὁ ἀγὼν καὶ κρίσιν ἐποίησε ταχεῖαν.</p></div><div type="textpart" subtype="section" n="3"><p> πρώτην οὖν ἐκείνην ναυμαχίαν <pb n="p.158"/> ἡ πόλις αὐτὴ διʼ αὑτῆς ἀγωνισαμένη τοῖς Ἕλλησι μετὰ τήν ἅλωσιν, καὶ κατατυχοῦσα, τόν τε Χαβρίαν ὑπερηγάπησε καὶ τοῦ Φωκίωνος ὡς ἀνδρὸς ἡγεμονικοῦ λόγον ἔσχεν. ἐνίκων δὲ μεγάλοις μυστηρίοις· καὶ παρεῖχεν οἰνοχόημα Χαβρίας Ἀθηναίοις καθʼ ἕκαστον ἐνιαυτὸν τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος.</p></div></div></div></body></text></TEI>