<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="4"><p> ὁ δὲ Δημοσθένης τῶν μὲν ἄλλων κατεφρόνει πολὺ ῥητόρων, ἀνισταμένου δὲ Φωκίωνος εἰώθει λέγειν ἀτρέμα πρὸς τοὺς φίλους, <q>ἡ τῶν ἐμῶν λόγων κοπὶς πάρεστιν.</q> ἀλλὰ τοῦτο μὲν ἴσως πρὸς τὸ ἦθος ἀνοιστέον ἐπεὶ καὶ ῥῆμα καὶ νεῦμα μόνον ἀνδρὸς ἀγαθοῦ μυρίοις ἐνθυμήμασι καὶ περιόδοις ἀντίρροπον ἔχει πίστιν.</p></div></div><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="1"><p> νέος δὲ ὢν Χαβρίᾳ προσέμιξεν ἑαυτὸν τῷ στρατηγῷ καὶ παρείπετο, πολλὰ μὲν εἰς ἐμπειρίαν τῶν πολεμικῶν ὠφελούμενος, ἔστι δὲ ἐν οἷς ἐπανορθούμενος τήν ἐκείνου φύσιν ἀνώμαλον οὖσαν καὶ ἄκρατον. νωθρὸς γὰρ ὢν ὁ Χαβρίας καὶ δυσκίνητος ἄλλως ἐν αὐτοῖς τοῖς ἀγῶσιν ὤργα καὶ διεπυροῦτο τῷ θυμῷ καὶ συνεξέπιπτε τοῖς θρασυτάτοις παραβολώτερον, ὥσπερ ἀμέλει καὶ κατέστρεψε τόν βίον ἐν Χίῳ πρῶτος εἰσελάσας τῇ τριήρει καὶ βιαζόμενος πρὸς τήν ἀπόβασιν.</p></div></div></div></body></text></TEI>