<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="24"><div type="textpart" subtype="section" n="2"><p><q>ἀλλὰ νῦν,</q> εἶπεν, <q>ἀπὸ τῆς σήμερον ἡμέρας καὶ φίλον σε ποιοῦμαι καὶ οἰκεῖον ἃ γὰρ ἦν ἐμοὶ συμφέροντα συμβεβούλευκας.</q> <milestone unit="para"/> ὡρμημένων δὲ τῶν Ἀθηναίων ἐπὶ τοὺς Βοιωτοὺς στρατεύειν πρῶτον μὲν ἀντεῖχε· καὶ τῶν φίλων λεγόντων ὡς ἀποθανεῖται προσκρούων τοῖς Ἀθηναίοις, <q>ἀδίκως,</q> εἶπεν, <q>ἂν ποιῶ τὸ συμφέρον ἂν δὲ παραβαίνω, δικαίως.</q></p></div><div type="textpart" subtype="section" n="3"><p> ἐπεὶ δὲ ὁρῶν οὐκ ἀνιέντας, ἀλλὰ βοῶντας, ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν Ἀθηναίων τοὺς ἄχρι ἑξήκοντα ἐτῶν ἀφʼ ἥβης πέντε ἡμερῶν σιτία λαβόντας εὐθὺς ἀκολουθεῖν ἀπὸ τῆς ἐκκλησίας, θορύβου πολλοῦ γενομένου καὶ τῶν πρεσβυτέρων βοώντων καὶ ἀναπηδώντων, <q>οὐδέν,</q> ἔφη, <q>δεινόν ἐγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος ἔσομαι μεθʼ ὑμῶν.</q> καὶ τότε μὲν οὕτως κατέπαυσεν αὐτοὺς καὶ μετέβαλε· <pb n="p.200"/></p></div></div></div></body></text></TEI>