<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="23"><div type="textpart" subtype="section" n="4"><p> ἐμαρτύρει δὲ αὐτῷ καί τὰ ἔργα. πρῶτον μὲν γὰρ ὁ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι, τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καί τὸν Ἀντίπατρον εἰς Λάμιαν συνελάσας· ὅτε καί φασι τὴν μὲν πόλιν ἐλπίδος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ἐλπίδος</foreign> Bekker, after Coraës, corrects to <foreign xml:lang="grc">ἐπ’ ἐλπίδος</foreign>.</note> μεγάλης γενομένην ἑορτάζειν εὐαγγέλια συνεχῶς καί θύειν τοῖς θεοῖς, τὸν δὲ Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους, καὶ πυνθανομένους εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι, <q>πάνυ μὲν οὖν,</q> ἔφη, <q>βεβουλεῦσθαι δὲ ἐκεῖνα.</q> καί πάλιν ἄλλων ἐπʼ ἄλλοις εὐαγγελίων γραφομένων καί φερομένων ἀπὸ <pb n="p.198"/> στρατοπέδου, <q>Πότα ἄρα,</q> φάναι, <q>παυσόμεθα νικῶντες;</q></p></div></div><div type="textpart" subtype="chapter" n="24"><div type="textpart" subtype="section" n="1"><p> ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας, ἐκπέμπειν δὲ Ἀντίφιλον ἐπὶ τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν ὁ Φωκίων ἔλεγε μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτε ἄλλως γεγονέναι γνώριμος ἢ συνήθης· </p></div></div></div></body></text></TEI>