ἀναπηδώντων δὲ πολλῶν ἐπὶ τὸ βῆμα, καὶ βοώντων ἀληθῆ τὸν Ἀσκληπιάδην ἀπαγγέλλειν καὶ τεθνάναι τὸν Ἀλέξανδρον, οὐκοῦν, εἶπεν, εἰ σήμερον τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς, ὥστε ἡμᾶς ἐν ἡσυχίᾳ βουλεύσασθαι, μᾶλλον δὲ δὲ Bekker, after Coraës, corrects to καί . μετὰ ἀσφαλείας. ὡς δὲ φέρων ἐνέσεισεν ὁ Λεωσθένης τὴν πόλιν εἰς τὸν Λαμιακὸν Λαμιακὸν Coraës and Bekker, after Xylander: Ἑλληνικόν . πόλεμον, καί τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν τί πεποίηκεν ἀγαθὸν τὴν πόλιν ἔτη τοσαῦτα στρατηγῶν, οὐ μικρόν, ἔφη, τὸ τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι.