<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="20"><div type="textpart" subtype="section" n="3"><p> καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος· εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, <q>τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, <pb n="paris.1624.751"/> ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι,</q> <q>πάνυ γοῦν,</q> ἔφη, <q>πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν.</q></p></div></div><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="1"><p> γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης, <q>λέγω τοίνυν ὑμῖν,</q> εἶπεν, <q>ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι.</q> Πρὸς δὲ Πυθέαν ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, <q>οὐ σιωπήσεις,</q> ἔφη, <q>καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;</q></p></div></div></div></body></text></TEI>