καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος· εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι, πάνυ γοῦν, ἔφη, πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν. γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης, λέγω τοίνυν ὑμῖν, εἶπεν, ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι. Πρὸς δὲ Πυθέαν ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, οὐ σιωπήσεις, ἔφη, καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;