<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="20"><div type="textpart" subtype="section" n="1"><p> Φώκῳ δὲ τῷ υἱῷ βουλομένῳ ἀγωνίσασθαι Παναθηναίοις ἀποβάτην ἐφῆκεν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">Φώκῳ <gap reason="lost"/> βουλομένῳ <gap reason="lost"/> ἐφῆκεν</foreign> with Coraës, Sintenis<hi rend="superscript">1</hi>, and Bekker, after F<hi rend="superscript">a</hi>: <foreign xml:lang="grc">Φῶκον <gap reason="lost"/> βουλόμενον <gap reason="lost"/> ἀφῆκεν</foreign>.</note> οὐχὶ τῆς νίκης ὀρεγόμενος, ἀλλʼ ὅπως ἐπιμεληθεὶς καὶ ἀσκήσας τὸ σῶμα βελτίων ἔσοιτο καὶ γὰρ ἦν ἄλλως φιλοπότης καὶ ἄτακτος ὁ νεανίσκος, νικήσαντος δὲ καὶ πολλῶν αἰτουμένων ἑστιᾶσαι τὰ νικητήρια, τοὺς ἄλλους Φωκίων παραιτησάμενος ἑνὶ τὴν φιλοτιμίαν ταύτην συνεχώρησεν.</p></div><div type="textpart" subtype="section" n="2"><p> ὡς δὲ ἐλθὼν ἐπὶ τὸ δεῖπνον ἄλλην τε σοβαρὰν ἑώρα <pb n="p.190"/> παρασκευὴν καὶ ποδανιπτῆρας οἴνου διʼ ἀρωμάτων προσφερομένους τοῖς εἰσιοῦσι, καλέσας τὸν υἱὸν, <q>οὐ παύσεις</q> ἔφη, <q>τὸν ἑταῖρον, ὦ Φῶκε, διαφθείροντά σου τὴν νίκην ;</q> βουλόμενος δὲ καὶ καθόλου μεταστῆσαι τὸ μειράκιον ἐκ τῆς διαίτης ἐκείνης, ἀπήγαγεν εἰς Λακεδαίμονα καὶ κατέμιξε τοῖς ἀγομένοις τὴν λεγομένην ἀγωγὴν νεανίσκοις.</p></div></div></div></body></text></TEI>