<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="5"><p> τούτους μὲν οὖν εὐθὺς ἀπέλυσεν ὁ Ἀλέξανδρος, Κρατερὸν δὲ ἀποστέλλων εἰς Μακεδονίαν ἐκέλευσε τεττάρων πόλεων ἐν Ἀσίᾳ, Κίου, Γεργίθου, Μυλάσων, Ἐλαίας, μίαν, ἣν ἂν αἱρῆται, παραδοῦναι τῷ Φωκίωνι, διατεινάμενος ἔτι μᾶλλον ὡς χαλεπανεῖ μὴ λαβόντος. ἀλλʼ οὔτε Φωκίων ἔλαβεν, ὅ τε Ἀλέξανδρος ταχέως ἀπέθανεν. ἡ δὲ οἰκία τοῦ Φωκίωνος ἔτι νῦν ἐν Μελίτῃ δείκνυται, χαλκαῖς λεπίσι κεκοσμημένη, τὰ δὲ ἄλλα λιτὴ καὶ ἀφελής. <pb n="p.188"/></p></div></div><div type="textpart" subtype="chapter" n="19"><div type="textpart" subtype="section" n="1"><p> τῶν δὲ γυναικῶν ἃς ἔγημε, περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται, πλὴν ὅτι Κηφισόδοτος ἦν ὁ πλάστης ἀδελφὸς αὐτῆς, τῆς δὲ δευτέρας οὐκ ἐλάττων ἐπὶ σωφροσύνῃ καί ἀφελείᾳ λόγος ἦν παρὰ τοῖς Ἀθηναίοις ἢ Φωκίωνος ἐπὶ χρηστότητι.</p></div></div></div></body></text></TEI>