<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="3"><p>εὐφημεῖν δὲ ἐκείνων δεομένων, <q>καὶ μὴν οὗτος,</q> εἶπεν, <q>ἀπʼ ἐλαττόνων ἐμοῦ ζῇ καὶ ἀρκεῖται, τὸ δὲ ὅλον ἢ μὴ χρώμενος,</q> ἔφη, <q>μάτην ἕξω τοσοῦτον χρυσίον, ἢ χρώμενος ἐμαυτὸν ἅμα κἀκεῖνον διαβαλῶ πρὸς τὴν πόλιν.</q> οὕτω μὲν ἐπανῆλθε πάλιν τὰ χρήματα ἐξ Ἀθηνῶν, ἐπιδείξαντα τοῖς Ἕλλησι πλουσιώτερον τοῦ διδόντος τοσαῦτα τὸν μὴ δεόμενον.</p></div><div type="textpart" subtype="section" n="4"><p> ἐπεὶ δὲ Ἀλέξανδρος ἠγανάκτησε καὶ πάλιν ἔγραψε τῷ Φωκίωνι φίλους μὴ νομίζειν τοὺς μηδὲν αὐτοῦ δεομένους, χρήματα μὲν οὐδʼ ὣς Φωκίων ἔλαβεν, ἀφεθῆναι δὲ ἠξίωσε τὸν σοφιστὴν Ἐχεκρατίδην καὶ τὸν Ἴμβριον Ἀθηνόδωρον καὶ Ῥοδίους δύο, Δημάρατον καὶ Σπάρτωνα, συνειλημμένους ἐπʼ αἰτίαις τισὶ καὶ καθειργμένους ἐν Σάρδεσι.</p></div></div></div></body></text></TEI>