<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="1"><p> τὸ μέντοι περὶ τῶν χρημάτων ὁμολογούμενόν ἐστιν ὅτι δωρεὰν αὐτῷ κατέπεμψεν ἑκατὸν τάλαντα, τούτων κομισθέντων εἰς Ἀθήνας, ἠρώτησεν ὁ Φωκίων τοὺς φέροντας τί δή ποτε πολλῶν ὄντων Ἀθηναίων αὐτῷ μόνῳ τοσαῦτα δίδωσιν Ἀλέξανδρος, εἰπόντων δὲ ἐκείνων, <q>ὅτι σὲ κρίνει μόνον ἄνδρα καλὸν καὶ ἀγαθόν</q> <q>οὐκοῦν,</q> εἶπεν ὁ Φωκίων, <q>ἐασάτω με καὶ δοκεῖν ἀεὶ καὶ εἶναι τοιοῦτον.</q></p></div><div type="textpart" subtype="section" n="2"><p> ὡς δὲ ἀκολουθήσαντες εἰς οἶκον αὐτῷ πολλὴν ἑώρων εὐτέλειαν, τὴν μὲν γυναῖκα μάττουσαν, ὁ δὲ Φωκίων αὐτὸς ἀνιμήσας ὕδωρ ἐκ τοῦ φρέατος ἀπενίπτετο τοὺς πόδας, ἔτι μᾶλλον ἐνέκειντο καὶ ἠγανάκτουν, <pb n="paris.1624.750"/> δεινὸν εἶναι λέγοντες εἰ φίλος ὢν τοῦ βασιλέως <pb n="p.186"/> οὕτω διαιτήσεται πονηρῶς. ἰδὼν οὖν ὁ Φωκίων πένητα πρεσβύτην ἐν τριβωνίῳ ῥυπαρῷ πορευόμενον, ἠρώτησεν εἰ τούτου χείρονα νομίζουσιν αὐτόν.</p></div></div></div></body></text></TEI>