τὸ μέντοι περὶ τῶν χρημάτων ὁμολογούμενόν ἐστιν ὅτι δωρεὰν αὐτῷ κατέπεμψεν ἑκατὸν τάλαντα, τούτων κομισθέντων εἰς Ἀθήνας, ἠρώτησεν ὁ Φωκίων τοὺς φέροντας τί δή ποτε πολλῶν ὄντων Ἀθηναίων αὐτῷ μόνῳ τοσαῦτα δίδωσιν Ἀλέξανδρος, εἰπόντων δὲ ἐκείνων, ὅτι σὲ κρίνει μόνον ἄνδρα καλὸν καὶ ἀγαθόν οὐκοῦν, εἶπεν ὁ Φωκίων, ἐασάτω με καὶ δοκεῖν ἀεὶ καὶ εἶναι τοιοῦτον. ὡς δὲ ἀκολουθήσαντες εἰς οἶκον αὐτῷ πολλὴν ἑώρων εὐτέλειαν, τὴν μὲν γυναῖκα μάττουσαν, ὁ δὲ Φωκίων αὐτὸς ἀνιμήσας ὕδωρ ἐκ τοῦ φρέατος ἀπενίπτετο τοὺς πόδας, ἔτι μᾶλλον ἐνέκειντο καὶ ἠγανάκτουν, δεινὸν εἶναι λέγοντες εἰ φίλος ὢν τοῦ βασιλέως οὕτω διαιτήσεται πονηρῶς. ἰδὼν οὖν ὁ Φωκίων πένητα πρεσβύτην ἐν τριβωνίῳ ῥυπαρῷ πορευόμενον, ἠρώτησεν εἰ τούτου χείρονα νομίζουσιν αὐτόν.