καὶ πολλὰ καὶ πρὸς τὴν Ἀλεξάνδρου φύσιν καὶ βούλησιν εὐστόχως εἰπών οὕτω μετέβαλε καὶ κατεπράϋνεν αὐτόν ὥστε εἰπεῖν ὅπως προσέξουσι τὸν νοῦν Ἀθηναῖοι τοῖς πράγμασιν, ὡς, εἴ τι γένοιτο περὶ αὐτόν, ἐκείνοις ἄρχειν προσῆκον, ἰδίᾳ δὲ τὸν Φωκίωνα ποιησάμενος αὑτοῦ φίλον καὶ ξένον, εἰς τοσαύτην ἔθετο τιμὴν ὅσην εἶχον ὀλίγοι τῶν ἀεὶ συνόντων. ὁ γοῦν Δοῦρις εἴρηκεν ὡς μέγας γενόμενος καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ χαίρειν πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι· τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον, μετὰ τοῦ χαίρειν προσηγόρευε. τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.