Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη· σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι ῥιπίσαι Bryan’s correction of the MSS. ῥῖψαι ( to hurl ), which Coraës and Bekker retain. τὴν πόλιν; ἀλλʼ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες. ὡς δὲ ἀπωλώλεισαν αἱ Θῆβαι καὶ ὁ Ἀλέξανδρος ἐξῃτεῖτο τοὺς περὶ Δημοσθένην καὶ Λυκοῦργον καὶ Ὑπερείδην καὶ Χαρίδημον, ἡ δὲ ἐκκλησία πρὸς ἐκεῖνον ἀπέβλεπεν, ὀνομαστὶ πολλάκις καλούμενος ἀνέστη καὶ τῶν φίλων ἕνα παραστησάμενος, ᾧ μάλιστα χρώμενος διετέλει καὶ πιστεύων καὶ ἀγαπῶν, εἰς τοιαῦτα, ἔφη, τὴν πόλιν οὗτοι παραγηόχασιν ὥστʼ ἔγωγε, κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω.