<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="16"><div type="textpart" subtype="section" n="5"><p> κρατηθεὶς <pb n="paris.1624.749"/> δὲ τῇ γνώμῃ διὰ τὸν καιρόν, ὡς εὐθὺς ἑώρα τοὺς Ἀθηναίους μεταμελομένους, ὅτι καί τριήρεις ἔδει παρέχειν τῷ Φιλίππῳ καί ἱππεῖς, <q>ταῦτα,</q> ἔφη, <q>φοβούμενος ἠναντιούμην· ἐπεὶ δὲ συνέθεσθε, δεῖ μὴ βαρέως φέρειν μηδὲ ἀθυμεῖν, μεμνημένους ὅτι καί οἱ πρόγονοί ποτὲ μὲν ἄρχοντες, ποτὲ δὲ ἀρχόμενοι, καλῶς δὲ ἀμφότερα ταῦτα ποιοῦντες καὶ τὴν πόλιν ἔσωσαν καὶ τοὺς Ἕλληνας.</q></p></div><div type="textpart" subtype="section" n="6"><p>Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἴα· καί γὰρ ἀγεννὲς εἶναι ἐπιχαίρειν, καί τὴν ἐν Χαιρωνείᾳ, παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.</p></div></div></div></body></text></TEI>