<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="13"><div type="textpart" subtype="section" n="2"><p> νικωμένων δὲ τῶν πρώτων ἅπαντες ἐσκεδάσθησαν καὶ ὁ Πλούταρχος ἔφυγε· καὶ τῷ χάρακι προσμίξαντες ἔνιοι τῶν πολεμίων ἐκκόπτειν ἐπειρῶντο καὶ διασπᾶν ὡς ἁπάντων κεκρατηκότες, ἐν τούτῳ δὲ τῶν ἱερῶν γενομένων, τοὺς μὲν εὐθὺς ἐκ τοῦ στρατοπέδου προσπεσόντες οἱ Ἀθηναῖοι τρέπουσι καὶ καταβάλλουσι τοὺς πλείστους περὶ τοῖς ἐρύμασι φεύγοντας, ὁ δὲ Φωκίων τὴν μὲν φάλαγγα προσέταξεν ἐφεδρεύειν ἀναλαμβάνουσαν ἅμα καὶ προσδεχομένην τοὺς ἐν τῇ φυγῇ πρότερον διασπαρέντας, αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων ἐνέβαλε τοῖς πολεμίοις.</p></div><div type="textpart" subtype="section" n="3"><p> καὶ μάχης καρτερᾶς γενομένης πάντες μὲν ἐκθύμως ἠγωνίσαντο καὶ ἀφειδῶς, Θάλλος δὲ ὁ Κινέου καὶ Γλαῦκος ὁ Πολυμήδους περὶ αὐτὸν τεταγμένοι τόν στρατηγὸν ἠρίστευσαν. οὐ μὴν ἀλλὰ καὶ Κλεοφάνης ἄξιον πλείστου παρέσχεν ἑαυτὸν ἐν ἐκείνῃ τῇ μάχῃ. τοὺς γὰρ ἱππεῖς ἀνακαλούμενος ἐκ τῆς τροπῆς καὶ βοῶν καὶ διακελευόμενος κινδυνεύοντι τῷ στρατηγῷ βοηθεῖν, ἐποίησεν ἀναστρέψαντας ἐπιρρῶσαι τὸ νίκημα τῶν ὁπλιτῶν.</p></div></div></div></body></text></TEI>