<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="section" n="3"><p> τῶν δὲ ἀτάκτων καί λάλων καί πονηρῶν διαδιδρασκόντων ἐκ τοῦ στρατοπέδου καί ἀποχωρούντων ἐκέλευσεν ἀμελεῖν τοὺς ἡγεμόνας· καί γὰρ ἐνταῦθα δυσχρήστους ὑπὸ ἀταξίας ἔσεσθαι καί βλαβεροὺς τοῖς μαχομένοις, κἀκεῖ τοιαῦτα συνειδότας αὑτοῖς ἧττον αὐτοῦ καταβοήσεσθαι καί μὴ πάνυ συκοφαντήσειν.</p></div></div><div type="textpart" subtype="chapter" n="13"><div type="textpart" subtype="section" n="1"><p> ὡς δὲ ἐπῄεσαν οἱ πολέμιοι, κελεύσας ἐν τοῖς ὅπλοις ἀτρεμεῖν ἄχρι ἂν αὐτὸς σφαγιάσηται, πλείω διέτριβε χρόνον ἢ δυσιερῶν ἢ βουλόμενος ἐγγυτέρω τοὺς πολεμίους ἐπισπάσασθαι. διὸ πρῶτον μὲν ὁ Πλούταρχος οἰόμενος ἀποδειλιᾶν <pb n="p.172"/> καὶ κατοκνεῖν ἐκεῖνον ἐξέδραμε μετὰ τῶν ξένων ἔπειτα τοῦτον ἰδόντες οἱ ἱππεῖς οὐκ ἐκαρτέρησαν, ἀλλʼ ἤλαυνον εὐθὺς εἰς τοὺς πολεμίους ἀσύντακτοι καὶ σποράδες ἐκ τοῦ στρατοπέδου προσφερόμενοι.</p></div></div></div></body></text></TEI>