<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg047.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="2"><p> δυσχεραίνοντος δὲ τοῦ Φιλίππου καὶ κελεύοντος ἀπάγειν ὡς παντάπασιν ἄγριον καὶ ἀκόλαστον,
                        παρὼν Ἀλέξανδρος εἶπεν· <q>οἷον ἵππον ἀπολλύουσι διʼ ἀπειρίαν καὶ μαλακίαν
                        χρήσασθαι μὴ δυνάμενοι,</q> τὸ μὲν οὖν πρῶτον ὁ Φίλιππος ἐσιώπησε· πολλάκις δὲ
                        αὐτοῦ παραφθεγγομένου καὶ περιπαθοῦντος, <q>ἐπιτιμᾷς σύ,</q> ἔφη, <q>πρεσβυτέροις
                        ὥς τι πλέον αὐτὸς εἰδὼς ἢ μᾶλλον ἵππῳ χρήσασθαι <pb n="p.238"/> δυνάμενος;</q> 
                    </p></div><div type="textpart" subtype="section" n="3"><p><q>τούτῳ γοῦν,</q> ἔφη, <q>χρησαίμην ἂν ἑτέρου βέλτιον.</q> <q>ἂν δὲ μὴ
                        χρήσῃ, τίνα δίκην τῆς προπετείας ὑφέξεις;</q> <q>ἐγὼ, νὴ Δίʼ,</q> εἶπεν, <q>ἀποτίσω
                        τοῦ ἵππου τὴν τιμήν</q> γενομένου δὲ γέλωτος, εἶτα ὁρισμοῦ πρὸς ἀλλήλους εἰς τὸ
                        ἀργύριον, εὐθὺς προσδραμὼν τῷ ἵππῳ καὶ παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς
                        τὸν ἥλιον, ὡς ἔοικεν, ἐννοήσας ὅτι τὴν σκιὰν προπίπτουσαν καὶ σαλευομένην
                        ὁρῶν πρὸ αὐτοῦ διαταράττοιτο. </p></div></div></div></body></text></TEI>