<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg047.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="1"><p> τοὺς δὲ παρὰ τοῦ Περσῶν βασιλέως πρέσβεις ἥκοντας ἀποδημοῦντος Φιλίππου
                        ξενίζων καὶ γενόμενος συνήθης οὕτως ἐχειρώσατο τῇ φιλοφροσύνῃ καὶ τῷ μηδὲν
                        ἐρώτημα παιδικὸν ἐρωτῆσαι μηδὲ μικρόν, ἀλλʼ ὁδῶν τε μήκη καὶ πορείας τῆς ἄνω
                        τρόπον ἐκπυνθάνεσθαι, καὶ περὶ αὐτοῦ τοῦ βασιλέως, ὁποῖος εἴη πρὸς τοὺς
                        πολέμους, καὶ τίς ἡ Περσῶν ἀλκὴ καὶ δύναμις, ὥστε θαυμάζειν ἐκείνους καὶ τὴν
                        λεγομένην Φιλίππου δεινότητα μηδὲν ἡγεῖσθαι πρὸς τὴν τοῦ παιδὸς ὁρμὴν καὶ
                        μεγαλοπραγμοσύνην. </p></div><div type="textpart" subtype="section" n="2"><p> ὁσάκις γοῦν ἀπαγγελθείη Φίλιππος ἢ πόλιν ἔνδοξον ᾑρηκὼς ἢ μάχην τινὰ
                        περιβόητον νενικηκώς, οὐ πάνυ φαιδρὸς ἦν ἀκούων, ἀλλὰ πρὸς τοὺς ἡλικιώτας
                        ἔλεγεν· <q>ὦ παῖδες, πάντα προλήψεται ὁ πατήρ ἐμοὶ δὲ οὐδὲν ἀπολείψει μεθʼ
                        ὑμῶν ἔργον ἀποδείξασθαι μέγα καὶ λαμπρόν.</q> </p></div></div></div></body></text></TEI>