αἰτία δὲ ἴσως ἡ τοῦ σώματος κρᾶσις πολύθερμος οὖσα καὶ πυρώδης· ἡ γὰρ εὐωδία γίνεται πέψει τῶν ὑγρῶν ὑπὸ θερμότητος, ὡς οἴεται Θεόφραστος, ὅθεν οἱ ξηροὶ καὶ διάπυροι τόποι τῆς οἰκουμένης τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἀρωμάτων φέρουσιν ἐξαιρεῖ γὰρ ὁ ἥλιος τὸ ὑγρόν ὥσπερ ὕλην σηπεδόνος ἐπιπολάζον τοῖς σώμασιν. Ἀλέξανδρον δὲ ἡ θερμότης τοῦ σώματος, ὡς ἔοικε, καὶ ποτικὸν καὶ θυμοειδῆ παρεῖχεν. ἔτι δὲ ὄντος αὐτοῦ παιδὸς ἥ τε σωφροσύνη διεφαίνετο τῷ πρὸς τἆλλα ῥαγδαῖον ὄντα καὶ φερόμενον σφοδρῶς ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὸ σῶμα δυσκίνητον εἶναι καὶ μετά πολλῆς πρᾳότητος ἅπτεσθαι τῶν τοιούτων,