τὴν δὲ τοῦ σκέλους πήρωσιν ἥ τε ὥρα τοῦ σώματος ἀνθοῦντος ἐπέκρυπτε, καὶ τὸ ῥᾳδίως φέρειν καὶ ἱλαρῶς τὸ τοιοῦτο, παίζοντα καὶ σκώπτοντα πρῶτον ἑαυτόν, οὐ μικρὸν ἦν ἐπανόρθωμα τοῦ πάθους, ἀλλὰ καὶ τὴν φιλοτιμίαν ἐκδηλοτέραν ἐποίει, πρὸς μηδένα πόνον μηδὲ πρᾶξιν ἀπαγορεύοντος αὐτοῦ διὰ τὴν χωλότητα, τῆς δὲ μορφῆς εἰκόνα μὲν οὐκ ἔχομεν αὐτὸς γὰρ οὐκ ἠθέλησεν, ἀλλὰ καὶ ἀποθνήσκων ἀπεῖπε μήτε πλαστὰν μήτε μιμηλάν τινα ποιήσασθαι τοῦ σώματος εἰκόνα, λέγεται δὲ μικρός τε γενέσθαι καὶ τὴν ὄψιν εὐκαταφρόνητος· ἡ δὲ ἱλαρότης καὶ τὸ εὔθυμον ἐν ἅπαντι καιρῷ καὶ παιγνιῶδες, ἀχθεινὸν δὲ καὶ τραχὺ μηδέποτε μήτε φωνῇ μήτε ὄψει, τῶν καλῶν καὶ ὡραίων ἐρασμιώτερον αὐτὸν ἄχρι γήρως παρεῖχεν. ὡς δὲ Θεόφραστος ἱστορεῖ, τὸν Ἀρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· οὐ γὰρ βασιλεῖς ἔφασαν, ἄμμιν, ἀλλὰ βασιλείδια γεννάσει.