Εὐμενεῖ μὲν γὰρ Ἀντίγονος ἐκστάντι τῶν ὑπὲρ τοῦ πρωτεύειν ἀγώνων ἡδέως ἂν ἐχρῆτο τὴν μετʼ αὐτὸν ἀγαπῶντι τάξιν, Σερτωρίῳ δὲ οἱ περὶ Πομπήϊον οὐδὲ ζῆν ἀπραγμόνως ἐπέτρεπον. διὸ τῷ μὲν ἑκοντὶ συνέβαινε πολεμεῖν ἐπʼ ἀρχῇ, τῷ δὲ ἀκουσίως ἄρχειν διὰ τὸ πολεμεῖσθαι. φιλοπόλεμος μὲν οὖν ὁ τῆς ἀσφαλείας τὴν πλεονεξίαν προτιμῶν, πολεμικὸς δὲ ὁ τῷ πολέμῳ κτώμενος τὴν ἀσφάλειαν. καὶ μὴν θανεῖν γε συνέβη τῷ μὲν οὐ προαισθομένῳ, τῷ δὲ καὶ προσδεχομένῳ τὴν τελευτήν, ὧν τὸ μὲν ἐπιεικείας, φίλοις γὰρ ἐδόκει πιστεύειν, τὸ δὲ ἀσθενείας, βουλόμενος γὰρ φυγεῖν συνελήφθη.