καὶ γὰρ ἄντικρυς τοὺς ἐνισταμένους καὶ κρύφα τοὺς ἐπιβουλεύοντας εἶχε πολλούς, οὐχ ὥσπερ τῷ ἑτέρῳ φανερῶς μὲν οὐδείς, λάθρα δὲ ὕστερον καὶ ὀλίγοι τῶν συμμάχων ἐπανέστησαν. διὸ τῷ μὲν ἦν πέρας τοῦ κινδυνεύειν τὸ νικᾶν τοὺς πολεμίους, τῷ δὲ ἐκ τοῦ νικᾶν ὁ κίνδυνος ὑπὸ τῶν φθονούντων. τὰ μὲν οὖν κατὰ τὴν στρατηγίαν ἐφάμιλλα καὶ παράλληλα· τῷ δὲ ἄλλῳ τρόπῳ φιλοπόλεμος μὲν ὁ Εὐμενὴς καὶ φιλόνεικος, ἡσυχίας δὲ καὶ πρᾳότητος οἰκεῖος ὁ Σερτώριος. ὁ μὲν γὰρ, ἀσφαλῶς καὶ μετὰ τιμῆς βιοῦν ἐξὸν ἐκποδὼν γενομένῳ τοῖς πρώτοις, μαχόμενος καὶ κινδυνεύων διετέλεσε, τῷ δὲ οὐδὲν δεομένῳ πραγμάτων ὑπὲρ αὐτῆς τῆς τοῦ σώματος ἀσφαλείας πρὸς οὐκ ἐῶντας εἰρήνην ἄγειν ἦν ὁ πόλεμος.