οἱ δὲ ἐπείθοντο, καὶ τιμὰς ἠγάπων παρʼ αὐτοῦ λαμβάνοντες ἃς οἱ φίλοι παρά τῶν βασιλέων, ἐξῆν γὰρ Εὐμενεῖ καί καυσίας ἁλουργεῖς καί χλαμύδας διανέμειν, ἥτις ἦν δωρεὰ βασιλικωτάτη παρά Μακεδόσι. τὸ μὲν οὖν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικουφίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὑτοὺς καὶ ὄγκον ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλεπομένους· ὁ δὲ ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ Εὐμενής.