<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg041.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="5"><p>τοῖς δὲ στρατιώταις ὑποσχόμενος ἐν τρισὶν ἡμέραις τὸν μισθὸν ἀποδώσειν ἐπίπρασκεν  ἐν αὐτοῖς τὰς κατὰ τὴν χώραν ἐπαύλεις καί τετραπυργίας σωμάτων καί βοσκημάτων γεμούσας. ὁ δὲ πριάμενος ἡγεμὼν τάγματος ἢ ξεναγός ὄργανα καί μηχανὰς τοῦ Εὐμένους παρέχοντος ἐξεπολιόρκει· καί πρὸς τὸν ὀφειλόμενον μισθὸν οἱ στρατιῶται διενέμοντο τῶν ἁλισκομένων ἕκαστον.</p></div><div type="textpart" subtype="section" n="6"><p> ἐκ δὴ
τούτου πάλιν ὁ Εὐμένης ἠγαπᾶτο καί ποτε γραμμάτων ἐν τῷ στρατοπέδῳ φανέντων ἃ διέρριψαν οἱ τῶν  <pb n="p.104"/> 
πολεμίων ἡγεμόνες, ἑκατὸν τάλαντα καί τιμὰς διδόντες τῷ κτείναντι τὸν Εὐμενῆ, σφόδρα παρωξύνθησαν οἱ Μακεδόνες, καί δόγμα ποιοῦνται χιλίους τῶν ἡγεμονικῶν Περὶ αὐτὸν ἀεὶ δορυφοροῦντας εἶναι καί φυλάττειν ἐν περιόδῳ καί παρανυκτερεύειν.</p></div></div></div></body></text></TEI>