<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg041.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="3"><p><milestone unit="para"/>ἐπεὶ δὲ Εὐμένης τοῖς βασιλικοῖς ἱπποφορβίοις περὶ τὴν Ἴδην νεμομένοις ἐπιτυχὼν καί λαβὼν ἵππους ὅσων ἔχρῃζε τοῖς ἐπιμεληταῖς τὴν γραφὴν ἔπεμψε, λέγεται γελάσαι τὸν Ἀντίπατρον καί εἰπεῖν ὅτι θαυμάζει τὸν Εὐμενῆ τῆς προνοίας, ἐλπίζοντα λόγον αὐτοῖς ἀποδώσειν τῶν βασιλικῶν ἢ λήψεσθαι παρʼ αὐτῶν.</p></div><div type="textpart" subtype="section" n="4"><p>περὶ δὲ τὰς Σάρδεις ἐβούλετο μὲν ἱπποκρατῶν ὁ Εὐμένης τοῖς Λυδοῖς ἐναγωνίσασθαι πεδίοις, ἅμα καί τῇ Κλεοπάτρᾳ <pb n="paris.1624.588"/> τὴν δύναμιν ἐπιδεῖξαι φιλοτιμούμενος· αὐτῆς δὲ ἐκείνης δεηθείσης ἐφοβεῖτο γὰρ αἰτίαν τινὰ λαβεῖν ὑπὸ τῶν Περὶ τὸν Ἀντίπατρον ἐξήλασεν εἰς τὴν ἄνω Φρυγίαν καί διεχείμαζεν ἐν Κελαιναῖς· ὅπου τῶν μὲν περὶ τὸν Ἀλκέταν καί Πολέμωνα καί Δόκιμον ὑπὲρ ἡγεμονίας διαφιλοτιμουμένων πρὸς αὐτόν, <q>τοῦτο ἦν,</q> ἔφη, <q>τὸ λεγόμενον, <q>ὀλέθρου δὲ οὐθεὶς λόγος.</q></q> </p></div></div></div></body></text></TEI>