<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg041.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="7"><p>τοῦ δὲ Εὐμενοῦς διʼ ὀργὴν καὶ μῖσος παλαιὸν τά τε ὅπλα περισπῶντος αὐτοῦ  <pb n="p.100"/> καὶ κακῶς λέγοντος, ἔτι τὸ ξίφος ἔχων ἔλαθεν ὑπὸ τὸν θώρακα τρώσας, ᾗ παρέψαυσε τοὑ βουβῶνος ἀποβάς. ἡ δὲ πληγὴ μᾶλλον ἐφόβησεν ἢ ἔβλαψε τὸν Εὐμενῆ, διʼ ἀσθένειαν ἀμυδρὰ γενομένη. <milestone unit="para"/>σκυλεύσας δὲ τὸν νεκρόν εἶχε μὲν χαλεπῶς ὑπὸ τραυμάτων μηροὺς καὶ βραχίονας διακεκομμένος, ὅμως δὲ ἀναβληθεὶς ἐπὶ τὸν ἵππον ἐδίωκε πρὸς θάτερον κέρας, ὡς ἔτι συνεστώτων τῶν πολεμίων.</p></div><div type="textpart" subtype="section" n="8"><p>πυθόμενος δὲ τὴν Κρατεροῦ τελευτὴν καὶ προσελάσας, ὡς εἶδεν ἐμπνέοντα καὶ συνιέντα, καταβὰς ἀπεδάκρυσε καὶ τὴν δεξιὰν ἐνέβαλε, καὶ πολλὰ μὲν ἐλοιδόρησε τὸν Νεοπτόλεμον, πολλὰ δὲ ἐκεῖνον μὲν ᾠκτίσατο τῆς τύχης, αὑτὸν δὲ τῆς ἀνάγκης, διʼ ἣν ἀνδρὶ φίλῳ καὶ συνήθει ταῦτα πεισόμενος ἢ δράσων συνηνέχθη. </p></div></div></div></body></text></TEI>