<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg041.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="5"><p>τῶν δὲ ἵππων ἐξ ἐναντίας βίᾳ συμπεσόντων ὥσπερ τριήρων, τὰς ἡνίας ἀφέντες ἀλλήλων ἐπεδράξαντο ταῖς χερσί, τά τε κράνη περισπῶντες καὶ περιρρηγνύντες ἐκ τῶν ἐπωμίδων τοὺς θώρακας, πρὸς δὲ τὸν σπαραγμὸν ὑπεκδραμόντων ἅμα τῶν ἵππων, ἀπορρυέντες εἰς γῆν καὶ περιπεσόντες ἀλλήλοις ἐν λαβαῖς ἦσαν καὶ διεπάλαιον.</p></div><div type="textpart" subtype="section" n="6"><p> εἶτα ὁ
μὲν Εὐμενὴς τοῦ Νεοπτολέμου προεξανισταμένου τὴν ἰγνύαν ὑπέκοψεν αὐτὸς εἰς ὀρθὸν φθάσας καταστῆναι, ὁ δὲ Νεοπτόλεμος εἰς θάτερον ἐρεισάμενος γόνυ, θάτερον δὲ πεπηρωμένος, ἠμύνετο μὲν εὐρώστως κάτωθεν, οὐ θανασίμους δὲ πληγὰς ὑποφέρων, πληγεὶς δὲ παρὰ τὸν τράχηλον ἔπεσε καὶ παρείθη.</p></div></div></div></body></text></TEI>