γενομένης δὲ τῆς πρώτης συρράξεως βαρείας καὶ τῶν δοράτων ταχὺ συντριβέντων, τοῦ δὲ ἀγῶνος ἐν τοῖς ξίφεσιν ὄντος, οὐ καταισχύνας ὁ Κρατερὸς τὸν Ἀλέξανδρον, ἀλλὰ πολλοὺς μὲν καταβαλών, πολλάκις δὲ τρεψάμενος τοὺς ἀντιτεταγμένους, τέλος δὲ πληγεὶς ὑπὸ Θρᾳκὸς ἐκ πλαγίων προσελάσαντος ἀπερρύη τοῦ ἵππου. πεσόντα δὲ αὑτὸν οἱ μὲν ἄλλοι παρήλασαν ἀγνοοῦντες, Γοργίας δὲ τῶν Εὐμενοῦς στρατηγῶν ἔγνω τε καὶ καταβὰς περιέστησε φρουρὰν τῷ σώματι κακῶς ἤδη διακειμένου καὶ δυσθανατοῦντος. ἐν τούτῳ δὲ καὶ Νεοπτόλεμος Εὐμενεῖ συνήρχετο. μισοῦντες γὰρ ἀλλήλους πάλαι καὶ διʼ ὀργῆς ἔχοντες ἐν μὲν δυσὶν ἀναστροφαῖς οὐ κατεῖδον, ἐν δὲ τῇ τρίτῃ γνωρίσαντες εὐθὺς ἤλαυνον, σπασάμενοι τὰ ἐγχειρίδια καὶ βοῶντες.