<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg041.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="17"><div type="textpart" subtype="section" n="4"><p><q rend="merge">ἐγώ μὲν οὖν ἀήττητος ἄγομαι, νικῶν τοὺς πολεμίους, ὑπὸ τῶν συμμάχων ἀπολλύμενος· ὑμεῖς δέ, πρὸς Διὸς στρατίου καὶ θεῶν ὁρκίων, ἐνταῦθά με διʼ αὑτῶν κτείνατε. πάντως κἀκεῖ κτεινόμενος ὑμέτερον ἔργον εἰμί. μέμψεται δὲ οὐδὲν Ἀντίγονος· νεκροῦ γὰρ Εὐμενοῦς δεῖται καὶ οὐ ζῶντος, εἰ δὲ φείδεσθε τῶν χειρῶν, ἀρκέσει τῶν ἐμῶν ἡ ἑτέρα λυθεῖσα πρᾶξαι τὸ ἔργον.</q></p></div><div type="textpart" subtype="section" n="5"><p><q rend="merge">εἰ δὲ οὐ πιστεύετέ μοι ξίφος, ὑπορρίψατε τοῖς θηρίοις δεδεμένον. καὶ ταῦτα πράξαντας ὑμᾶς ἀφίημι τῆς ἐπʼ ἐμοὶ δίκης ὡς ἄνδρας ὁσιωτάτους καὶ δικαιοτάτους περὶ τὸν αὑτῶν στρατηγὸν γενομένους.</q></p></div></div></div></body></text></TEI>