<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg041.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="14"><div type="textpart" subtype="section" n="2"><p>καὶ γάρ τοι περὶ τὸν Πασιτίγριν ποταμὸν ἐπιχειρήσαντα διαβαίνειν τὸν Ἀντίγονον οἱ μὲν ἄλλοι παραφυλάττοντες οὐδὲ ᾔσθοντο, μόνος δὲ Εὐμενὴς ὑπέστη, καὶ συνάψας μάχην πολλοὺς μὲν κατέβαλε καὶ νεκρῶν ἐνέπλησε τὸ ῥεῖθρον, ἔλαβε δὲ τετρακισχιλίους αἰχμαλώτους, μάλιστα δὲ οἱ Μακεδόνες περὶ τὴν συμβᾶσαν ἀρρωστίαν αὐτῷ καταφανεῖς ἐγένοντο τοὺς μὲν ἄλλους ἑστιᾶν λαμπρῶς καὶ πανηγυρίζειν, ἄρχειν δὲ καὶ πολεμεῖν δυνατὸν ἡγούμενοι μόνον ἐκεῖνον.</p></div><div type="textpart" subtype="section" n="3"><p> ὁ
μὲν γὰρ Πευκέστας ἐν τῇ Περσίδι λαμπρῶς αὐτοὺς ἑστιάσας καὶ κατʼ ἄνδρα διαδοὺς ἱερεῖον εἰς θυσίαν ἤλπιζεν εἶναι μέγιστος· ὀλίγαις δὲ ὕστερον ἡμέραις τῶν στρατιωτῶν ἐπὶ τοὺς πολεμίους βαδιζόντων, ἐτύγχανεν ὁ Εὐμενὴς ἐκ νόσου τινὸς ἐπισφαλοῦς ἐν φορείῳ κομιζόμενος ἔξω τοῦ στρατεύματος ἐν ἡσυχίᾳ διὰ τάς ἀγρυπνίας.  <pb n="p.122"/> 
μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἄφνω λόφους τινὰς 
<pb n="paris.1624.592"/> ὑπερβάλλοντες ἐξεφάνησαν οἱ πολέμιοι, καταβαίνοντες εἰς τὸ πεδίον.</p></div></div></div></body></text></TEI>