<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg041.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="section" n="1"><p>ἤδη δὲ τῆς πολιορκίας χρόνον  <pb n="p.114"/> 
λαμβανούσης Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ, καὶ τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν· ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις, διὸ πέμψας Ἱερώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ, προτείνας ὅρκον, ὃν ὁ Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἴη δικαιότερος.</p></div><div type="textpart" subtype="section" n="2"><p>Ἀντίγονος μὲν γὰρ ἀφοσιώσεως ἕνεκεν ἐν ἀρχῇ τῶν βασιλέων ἐπιμνησθείς τὸν λοιπὸν ὅρκον εἰς ἑαυτὸν ὥρκιζεν, Εὐμένης δὲ πρώτην μὲν ἐνέγραψε τοῖς ὅρκοις Ὀλυμπιάδα μετὰ τῶν βασιλέων, ἔπειτα ὤμνυεν οὐκ Ἀντιγόνῳ μόνον εὐνοήσειν οὐδʼ ἐκείνῳ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον, ἀλλὰ καὶ Ὀλυμπιάδι καὶ τοῖς βασιλεῦσιν. ὧν δικαιοτέρων φανέντων, οἱ Μακεδόνες ταῦθʼ ὁρκίσαντες τὸν Εὐμενῆ τὴν πολιορκίαν ἔλυσαν, καὶ πρὸς τὸν Ἀντίγονον ἀπέστελλον, ὅπως καὶ αὐτὸς ἀποδῷ τῷ Εὐμενεῖ τὸν ὅρκον. </p></div></div></div></body></text></TEI>