ἅμα δὲ πολλοὶ συνέτρεχον τῶν Μακεδόνων ἰδεῖν ὅστις ἐστὶ τὸν Εὐμενῆ ποθοῦντες· οὐ γὰρ ἑτέρου λόγος ἦν τοσοῦτος ἐν τῷ στρατῷ μετὰ τὴν τοῦ Κρατεροῦ τελευτήν. δείσας δὲ ὁ Ἀντίγονος ὑπὲρ αὐτοῦ, μή τι πάθῃ βίαιον, πρῶτον μὲν ἀπηγόρευε μή προσιέναι βοῶν, καὶ τοῖς λίθοις ἔβαλλε τοὺς ἐπιφερομένους, τέλος δὲ ταῖς χερσὶ τὸν Εὐμενῆ περιβαλὼν καὶ τὸν ὄχλον ἀπερύκων τοῖς δορυφόροις μόλις εἰς τὸ ἀσφαλὲς ἀποκατέστησε. τοὐντεῦθεν ὁ μὲν περιτειχίσας τὰ Νῶρα καὶ φρουρὰν καταλιπών ἀνέζευξεν Εὐμενὴς δὲ πολιορκούμενος ἐγκρατῶς, τοῦ χωρίου σῖτον καὶ ὕδωρ ἄφθονον καὶ ἅλας καὶ ἄλλο μηδὲν ἔχοντος ἐδώδιμον μηδὲ ἥδυσμα πρὸς τὸν σῖτον, ἐκ τῶν παρόντων ὅμως κατεσκεύαζε τοῖς συνοῦσιν ἱλαρὰν τὴν δίαιταν, ἐν μέρει τε παραλαμβάνων πάντας ἐπὶ τὴν αὑτοῦ τράπεζαν, καὶ τὸ συσσίτιον ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ φιλοφροσύνην ἐφηδύνων.